TLG 1682 001 :: SOPATER :: Fragmenta SOPATER Comic. Fragmenta frr. 1–21, 23–25 Citation: Fragment — (line) | ||
1-5 tit | ΒΑΚΧΙΣ. ΒΑΚΧΙΔΟΣ ΜΝΗΣΤΗΡΕΣ. ΒΑΚΧΙΔΟΣ ΓΑΜΟΣ | |
1 | οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν. | |
2 | καὶ τὸ μόναυλον μέλος ἤχησε. | |
3 | Ἐρέτριαν ὡρμήθημεν εἰς λευκάλφιτον. | |
4 | πλακουντοποιὸν ὠνομασμένην Σάμον. | 192 |
5 | εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν. | |
6 tit | *ΓΑΛΑΤΑΙ | |
6 | παρ’ οἷς ἔθος ἐστίν, ἡνίκ’ ἂν προτέρημά τι ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοῖς θεοῖς τοὺς αἰχμαλώτους· 〈τοὺσ〉 Γαλάτας μιμούμενος κἀγὼ κατακαύσειν ηὐξάμην τοῖς δαίμοσι | |
5 | διαλεκτικοὺς τρεῖς τῶν παρεγγεγραμμένων. καὶ μὴν φιλοσοφεῖν φιλολογεῖν τ’ ἀκηκοὼς ὑμᾶς ἐπιμελῶς καρτερεῖν θ’ αἱρουμένους τὴν πεῖραν ὑμῖν λήψομαι τῶν δογμάτων, πρῶτον καπνίζων· εἶτ’ ἐὰν ὀπτωμένων | |
---|---|---|
10 | ἴδω τιν’ ὑμῶν συσπάσαντα τὸ σκέλος, Ζηνωνικῶι πραθήσεθ’ οὗτος κυρίωι ἐπ’ ἐξαγωγῆι, τὴν φρόνησιν ἀγνοῶν. | |
7 tit | ΕΥΒΟΥΛΟΘΕΟΜΒΡΟΤΟΣ | |
7 | ἀλλ’ ἴσχε· τελλίνης γὰρ ἐξαίφνης μέγας ἀκοὰς μελωιδὸς ἦχος εἰς ἐμὰς ἔβη. | |
8 tit | ΙΠΠΟΛΥΤΟΣ | 193 |
8 | ἀλλ’ οἷα μήτρα καλλιπάρηιος ἐκβολὰς δίεφθα λευκανθεῖσα τυροῦται δέμας. | |
9 tit | ΚΝΙΔΙΑ | |
9 | Ἀταβυρίτης δ’ ἄρτος ἦν πλησίγναθος. | |
10-13 tit | ΜΥΣΤΑΚΟΥ ΘΗΤΕΙΟΝ | |
10 | νάβλας ἐν ἄρθροις γραμμάτων οὐκ εὐμελής, ὧι λωτὸς ἐν πλευροῖσιν ἄψυχος παγεὶς ἔμπνουν ἀνίει μοῦσαν· ἐγρέτου δέ τις τὸν ἡδονῆς μελωιδὸν εὐάζων χορόν. | |
11 | πηκτὶς δὲ Μούσηι γαυριῶσα βαρβάρωι δίχορδος εἰς σὴν χεῖρα πῶς κατεστάθη; | |
12 | ἐδέξατ’ ἀντακαῖον, ὃν τρέφει μέγας Ἴστρος Σκύθαισιν ἡμίνηρον ἡδονήν. | |
13 | Μενδήσιός θ’ ὡραῖος ἀκρόπαστος εὖ, | |
ξανθαῖσιν ὀπτὸς κέφαλος ἀκτῖσιν πυρός. | 194 | |
14 tit | ΝΕΚΥΙΑ | |
14 | Ἴθακος Ὀδυσσεύς, τοὐπὶ τῆι φακῆι μύρον, πάρεστι· θάρσει, θυμέ. | |
15 tit | ΟΡΕΣΤΗΣ | |
15 | σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων. | |
16-17 tit | ΠΥΛΑΙ | |
16 | οὔτε τοῦ Σιδωνίου νάβλα λαρυγγόφωνος ἐκκεχόρδωται τύπος. | |
17 | τίς δ’ ἀναρίθμου μήκωνος εὗρε κοπτὰς | |
ἢ κνηκοπύρους ἡδονὰς τραγημάτων ἔμιξεν; | 195 | |
18 tit | ΣΙΛΦΑΙ | |
18 | μήτρας ὑείας ἑφθὸν ὡς φάγηις τόμον, δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν .. | |
19-20 tit | ΦΑΚΗ | |
19 | ἀλλ’ ἀμφὶ δείπνοις ὀξίδ’ ἀργυρᾶν ἔχει δρακοντομίμοις ὀργάνων τορεύμασιν· οἵαν ποτ’ ἔσχε καὶ Θίβρων ὁ Ταντάλου, μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ. | |
20 | κρεανομοῦμαι, καὶ τὸν ἐκ Τυρρηνίας οἶνον σὺν ὀκτὼ λαμβάνειν ἐπίσταμαι. | |
21 tit | ΦΥΣΙΟΛΟΓΟΣ | |
21 | μήτρας ὑείας εὖ καθεψηθεὶς τόμος, | |
τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων. | 196 | |
22-25 tit | E FABVLIS INCERTIS | |
23 | δισσαῖς γὰρ ἐν μέσαισιν ἰχθύων φοραῖς ἧσται, τὸν Αἴτνης ἐς μέσον λεύσσων σκοπόν. | |
24 | βαυκαλὶς 〈δ’〉 ἡ τετράκυκλος. | |
25 | νᾶμα μελισσῶν ἡδὺ μὲν ὄρθρου καταβαυκαλίσαι τοῖς ὑπὸ πολλῆς | |
κραιπαλοβόσκου δίψης κατόχοις. | 197 |